ΕΥΑΓΓΕΛΙΟ (Ματθ. ιη΄ 23-35)
Εἶπεν ὁ Κύριος την παραβολήν ταύτην·
Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.
Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Νεοελληνική Απόδοση:
Είπεν ο Κύριος την παραβολήν ταύτην·
Ωμοιώθη η βασιλεία των ουρανών ανθρώπω βασιλεί, ος ηθέλησε να μοιραστεί λόγον μετά των δούλων αυτού.
Αρξαμένου δε αυτού συναίρειν προσηνέχθη αυτώ εις οφειλέτης μυρίων ταλάντων. Μη έχοντος δε αυτού αποδούναι, εκέλευσεν αυτόν ο κύριος αυτού πραθήναι και την γυναίκα αυτού και τα τέκνα και πάντα όσα είχε, και αποδοθήναι.
Πεσών ούν ο δούλος προσεκύνει αυτώ λέγων· κύριε, μακροθύμησον επ’ εμοί και πάντα σοι αποδώσω. Σπλαγχνισθείς δε ο κύριος του δούλου εκείνου απέλυσεν αυτόν και το δάνειον αφήκεν αυτώ.
Εξελθών δε ο δούλος εκείνος εύρεν ένα των συνδούλων αυτού, ος ώφειλεν αυτώ εκατόν δηνάρια, και κρατήσας αυτόν έπνιγε λέγων· απόδος μοι ει τι οφείλεις. Πεσών ούν ο σύνδουλος αυτού εις τους πόδας αυτού παρεκάλει αυτόν λέγων· μακροθύμησον επ’ εμοί και αποδώσω σοι. Ο δε ουκ ήθελεν, αλλά απελθών έβαλεν αυτόν εις φυλακήν έως ου αποδώ το οφειλόμενον.
Ιδόντες δε οι σύνδουλοι αυτού τα γενόμενα ελυπήθησαν σφόδρα, και ελθόντες διεσάφησαν τω κυρίω εαυτών πάντα τα γενόμενα. Τότε προσκαλεσάμενος αυτόν ο κύριος αυτού λέγει αυτώ· δούλε πονηρέ, πάσαν την οφειλήν εκείνην αφήκά σοι, επεί παρεκάλεσάς με.
Ουκ έδει και σε ελεήσαι τον σύνδουλόν σου, ως και εγώ σε ηλέησα;
Και οργισθείς ο κύριος αυτού παρέδωκεν αυτόν τοις βασανισταίς έως ου αποδώ παν το οφειλόμενον αυτώ.
Ούτω και ο πατήρ μου ο επουράνιος ποιήσει υμίν, εάν μη αφήτε έκαστος τω αδελφώ αυτού από των καρδιών υμών τα παραπτώματα αυτών.