Dogma

Τον νέο Πατριάρχη Σερβίας συνεχάρη ο Αρχιεπίσκοπος

Ὁ Μακαριώτατος Πρόεδρος τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, Ἀρχιεπίσκοπος Ἀθηνῶν καί πάσης Ἑλλάδος κ. Ἱερώνυμος, ἀπέστειλεν ἅμα τῇ ἐκλογῇ τοῦ νέου Πατριάρχου Σερβίας κ. Πορφυρίου, τό ἀκόλουθο Συγχαρητήριον Γράμμα:

«Μα­κα­ρι­ώ­τατε Ἀρ­χι­ε­πί­σκοπε Ἰπ­πε­κίου, Μη­τρο­πο­λῖτα Βε­λι­γρα­δίου καὶ Καρ­λο­βι­κίου καὶ Πα­τρι­άρχα τῶν Σέρ­βων, ἐν Χρι­στῷ τῷ Θεῷ λίαν ἀ­γα­πητὲ καὶ πε­ρι­πό­θητε ἀ­δελφὲ καὶ συλ­λει­τουργὲ τῆς ἡ­μῶν Με­τρι­ό­τη­τος, κύ­ριε Πορ­φύ­ριε, τὴν Ὑ­με­τέ­ραν Μα­κα­ρι­ό­τητα ἐν Κυ­ρίῳ κα­τα­σπα­ζό­με­νοι ὑ­πε­ρή­δι­στα προ­σα­γο­ρεύ­ο­μεν.

Πάνυ ἀ­σμέ­νως πλη­ρο­φο­ρη­θέν­τες τὴν γη­θό­συ­νον εἴ­δη­σιν τῆς ἐ­πα­ξίας, χά­ριτι τοῦ συγ­κρο­τοῦν­τος ὅ­λον τὸν θε­σμὸν τῆς Ἐκ­κλη­σίας Πα­ρα­κλή­του Πνεύ­μα­τος, ἐ­κλο­γῆς τῆς Ὑ­με­τέ­ρας Μα­κα­ρι­ό­τη­τος εἰς τὴν πε­ρί­βλε­πτον καὶ πο­λυ­εύ­θυ­νον θέ­σιν τοῦ Προ­κα­θη­μέ­νου τῆς ἐν Σερ­βίᾳ συ­νε­κλε­κτῆς (Α´ Πετρ. 5, 13), εἰς δι­α­δο­χὴν τοῦ ἀλή­στου μνή­μης Μα­κα­ρι­στοῦ Πα­τρι­άρ­χου κυ­ροῦ Εἰ­ρη­ναίου, σπεύ­δο­μεν ὅ­πως, διὰ τῶν μετά χεῖ­ρας Συ­νο­δι­κῶν ἡ­μῶν Γραμ­μά­των, ἀ­πευ­θύ­νω­μεν Ὑ­μῖν τὰς πλέον ἐν­θέρ­μους συγ­χα­ρη­τη­ρί­ους προσ­ρή­σεις τῆς ἡ­μῶν Με­τρι­ό­τη­τος, τῆς περὶ ἡ­μᾶς Σε­πτῆς Ἱ­ε­ραρ­χίας, τοῦ εὐ­α­γοῦς Κλή­ρου καὶ τοῦ φι­λο­χρί­στου Λαοῦ τῆς καθ’ Ἑλ­λάδα Ἁ­γι­ω­τά­της Ἐκ­κλη­σίας.

Προ­σέτι ἐ­πευ­χό­μεθα ἐξ ὅ­λης καρ­δίας ὅ­πως ὁ Θεὸς τῆς εἰ­ρή­νης, ‘’ὁ ἀ­να­γα­γὼν ἐκ νε­κρῶν τὸν ποι­μένα τῶν προ­βά­των τὸν μέ­γαν ἐν αἵ­ματι δι­α­θή­κης αἰ­ω­νίου, τὸν Κύ­ριον ἡμῶν Ἰ­η­σοῦν Χρι­στὸν’’ (Ἑβρ. 13, 20) ἀ­να­δει­κνύῃ Ὑ­μᾶς φά­ρον ἀ­ει­λαμπῆ τῶν Εὐ­αγ­γε­λι­κῶν, πα­τε­ρι­κῶν καὶ ἱ­ε­ρο­κα­νο­νι­κῶν πα­ρα­δό­σεων, λύ­χνον και­ό­με­νον καὶ φω­τί­ζοντα τοὺς ἐν σκό­τει καὶ σκιᾷ θα­νά­του κα­θη­μέ­νους.

Μα­κα­ρί­ζο­μεν δὲ τὸν εὐ­σεβῆ ὁ­μό­δο­ξον καὶ πο­λυ­παθῆ Σερ­βι­κὸν Λαόν, μεθ’ οὗ συμ­πο­ρευ­ό­μεθα διὰ μέ­σου τῶν αἰ­ώ­νων συν­δε­δε­μέ­νοι μετ’ ἀρ­ρή­κτων ἐκ­κλη­σι­α­στι­κῶν, ἱ­στο­ρι­κῶν καὶ ἀ­δελ­φι­κῶν δε­σμῶν, ὅτι ὁ Θεός ἐχα­ρί­σατο αὐτῷ τοι­οῦ­τον Πρω­θι­ε­ράρ­χην, ἔ­χοντα ἦ­θος ἀ­πο­στο­λι­κὸν καὶ κο­σμού­με­νον ὑπὸ τῶν κρειτ­τό­νων τοῦ Ἁ­γίου Πνεύ­μα­τος χα­ρι­σμά­των.

Πρὸς τού­τοις δε­ό­μεθα τοῦ Κυ­ρίου ἡ­μῶν ὅ­πως χα­ρί­ζη­ται τὴν Πα­τρι­αρ­χι­κὴν ποι­μαν­το­ρίαν Ὑ­μῶν μα­κρὰν καὶ γα­λη­νι­ῶ­σαν, πλήρη Πνεύ­μα­τος Ἁ­γίου καὶ πά­σης ἀγα­θο­δω­ρίας, εἰς δό­ξαν τοῦ Ἁ­γίου Αὐ­τοῦ Ὀ­νό­μα­τος, εὔκλειαν τῆς ἐν Σερ­βίᾳ Ἁ­γι­ω­τά­της Ἐκ­κλη­σίας καὶ ὠ­φέ­λειαν τοῦ Χρι­στω­νύ­μου Λαοῦ Αὐ­τῆς, διὰ πρε­σβειῶν τοῦ ἐν Ἁ­γί­οις Πα­τρός ἡ­μῶν Σάββα, πρώ­του Ἀρ­χι­ε­πι­σκό­που Σερ­βίας, καὶ πάν­των τῶν Ἁ­γίων.

Πε­ρι­πτυσ­σό­με­νοι καὶ αὖ­θις ἀ­δελ­φο­πο­θή­τως τὴν Ὑ­με­τέ­ραν Μα­κα­ρι­ό­τητα κα­τα­σπα­ζό­μεθα Αὐ­τὴν φι­λή­ματι ἁ­γίῳ καὶ δι­α­τε­λοῦ­μεν μετὰ πολ­λῆς τῆς ἐν Κυ­ρίῳ ἀ­γά­πης

Ἀγαπητός ἐν Χριστῷ ἀδελφός

† Ὁ Ἀθηνῶν Ι Ε Ρ Ω Ν Υ Μ Ο Σ, Πρόεδρος»

Ἐκ τοῦ Γραφείου Τύπου τῆς Ἱερᾶς Συνόδου