Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής
ΚΥΡΙΑΚΗ 5 Νοεμβρίου 2017 – Ε΄ ΛΟΥΚΑ, Γαλακτίωνος καί Ἐπιστήμης μαρτύρων.
ΑΠΟΣΤΟΛΟΣ (Γαλ. στ΄ 11-18)
Αδελφοί, ἲδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὃσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Μετάφραση
Αδελφοί, προσέξτε μέ πόσο μεγάλα γράμματα σᾶς γράφω τώρα μέ τό ἲδιο μου τό χέρι. Ὃσοι θέλουν νά ἀποκτήσουν καλή φήμη στους ἀνθρώπους, αὐτοί σᾶς ὑποχρεώνουν να περιτέμνεσθε, μέ μόνο στόχο νά μή καταδιώκωνται ἀπό τούς Ἰουδαίους ἐξαιτίας τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἂλλωστε οὒτε καί αὐτοί πού ἐπιμένουν στήν περιτομή τηροῦν τόν νόμο. Ἁπλῶς θέλουν νά περιτέμνεστε ἐσεῖς, γιά νά καυχηθοῦν ὃτι σᾶς κατάφεραν νά τό κάνετε. Ὃσο γιά μένα, δέν θέλω ἂλλη ἀφορμή γιά καύχηση ἐκτός ἀπό τόν σταυρό τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, τόν σταυρό πού πάνω του ὁ κόσμος πέθανε γιά μένα κι ἐγώ γιά τόν κόσμο. Για ὃσους ἀνήκουν στόν Ἰησοῦ Χριστό δέν ἒχει καμιά σημασία οὒτε τό νά κάνεις περιτομή οὒτε τό νά μήν κάνεις, ἀλλά ὃλοι εἶναι νέα δημιουργήματα τοῦ Θεοῦ. Ὃσοι ἀκολουθοῦν αὐτή τήν ἂρχή, θά ἒχουν τήν εἰρήνη καί τό ἒλεος τοῦ Θεοῦ μαζί τους, αὐτοί καί ὃλος ὁ λαός τοῦ Θεοῦ. Στό ἑξῆς κανένας ἂς μή μοῦ δημιουργεῖ προβλήματα. Ἀρκετά ἒχω πάθει γιά τόν Ἰησοῦ, ὃπως δείχνουν τά σημάδια στό σῶμα μου. Ἡ χάρη τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ εὒχομαι νἀ εἶναι μαζί σας, ἀδελφοί μου. Ἀμήν.
ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιστ΄ 19-31)
Εἶπεν ὁ Κύριος· Ἄνθρωπος τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τόν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ· Ἒχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Μετάφραση
Εἶπεν ὁ Κύριος: «Κάποιος ἄνθρωπος ἦταν πλούσιος, φοροῦσε πολυτελῆ ροῦχα καί τό τραπέζι του κάθε μέρα ἦταν λαμπρό. Κάποιος φτωχός ὅμως, πού τόν ἔλεγαν Λάζαρο, ἦταν πεσμένος κοντά στήν πόρτα τοῦ σπιτιοῦ τοῦ πλουσίου, γεμάτος πληγές. Αὐτός προσπαθοῦσε νά χορτάσει ἀπό τά ψίχουλα πού ἔπεφταν ἀπό τό τραπέζι τοῦ πλουσίου. Ἔρχονταν καί τά σκυλιά καί τοῦ ἔγλυφαν τίς πληγές. Πέθανε ὁ φτωχός, καί οἱ ἄγγελοι τόν πῆραν κοντά στόν Ἀβραάμ. Πέθανε κι ὁ πλούσιος καί τόν ἒθαψαν. Στόν ἅδη πού ἦταν καί βασανιζόταν σήκωσε τά μάτια του καί εἶδε ἀπό μακριά τόν Ἀβραάμ καί κοντά του τόν Λάζαρο. Τότε φώναξε ὁ πλούσιος καί εἶπε: “Πατέρα μου Ἀβραάμ, σπλαχνίσου μέ καί στεῖλε τό Λάζαρο νά βρέξει μέ νερό τήν ἄκρη τοῦ δάχτυλού μου καί νά μοῦ δροσίσει τή γλώσσα, γιατί ὑποφέρω μέσα σ΄ αὐτή τή φωτιά”. Ὁ Ἀβραάμ ὃμως τοῦ ἀπάντησε: “Παιδί μου, θυμήσου ὅτι ἐσύ ἀπόλαυσες τήν εὐτυχία στή ζωή σου, ὅπως κι ὁ Λάζαρος τή δυστυχία. Τώρα λοιπόν αὐτός χαίρεται ἐδῶ, κι ἐσύ ὑποφέρεις. Κι ἐκτός ἀπ΄ ὅλα αὐτά, ὑπάρχει ἀνάμεσά μας μεγάλο χάσμα, ὥστε αὐτοί πού θέλουν νά διαβοῦν ἀπό ἐδῶ σ΄ ἐσᾶς νά μήν μποροῦν, οὔτε οἱ ἀπό ἐκεῖ νά περάσουν σ΄ ἐμᾶς”. Εἶπε πάλι ὁ πλούσιος: “Τότε σέ παρακαλῶ, πατέρα, στεῖλε τόν στό σπίτι τοῦ πατέρα μου, νά προειδοποιήσει τούς πέντε ἀδερφούς μου, ὥστε νά μήν ἔρθουν κι αὐτοί σ΄ αὐτό τόν τόπο τῶν βασάνων”. Ὁ Ἀβραάμ τοῦ λέει: “Ἒχουν τά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν· ἄς ὑπακούσουν σ΄ αὐτά”. “Ὂχι, πατέρα μου Ἀβραάμ”, τοῦ λέει ἐκεῖνος, “δέν ἀρκεῖ· ἀλλά ἄν κάποιος ἀπό τούς νεκρούς πάει σ΄ αὐτούς, θά μετανοήσουν”. Τοῦ λέει τότε ὁ Ἀβραάμ: «Ἂν δέν ὑπακοῦνε στά λόγια τοῦ Μωυσῆ καί τῶν προφητῶν, ἀκόμη κι ἄν ἀναστηθεῖ κάποιος ἀπό τούς νεκρούς, δέν πρόκειται νά πειστοῦν”».
Πηγή: Ησυχαστήριο Αγίας Τριάδος