Την Ακολουθία που ψάλλεται αυτή την ημέρα κατά την οποία τιμάται η Αγία Σκέπη της Υπεραγίας Θεοτόκου εν Βλαχερνώ, έγραψε ο Αγιορείτης Μοναχός Γεράσιμος Μικραγιαννανίτης και εγκρίθηκε από την Ιερά Σύνοδο της Εκκλησίας της Ελλάδος στις 21 Οκτωβρίου 1952 μ.Χ. όπου και αποφασίστηκε ο συνεορτασμός της εορτής της Αγίας Σκέπης και της Εθνικής επετείου του «ΟΧΙ» (Συνοδικές Εγκύκλιοι, Τόμος Β’, Αθήνα 1956, σελ. 649).
Σύμφωνα με το συναξάρι, «Τῇ Α’ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου τοῦ ἐν τῇ σορῷ τοῦ Ἱεροῦ Ναοῦ τῶν Βλαχερνῶν, ὅτε ὁ ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλός, κατεῖδε ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας εὐσεβεῖς περισκέπουσαν».
Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.
Ὁ Οἶκος
Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ’ ὥραν σε Ἁγνὴ ἐπιβοώμενον· νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων·
Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία
Χαῖρε Ἑλλάδος ἡ προστασία.
Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα
Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.
Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ
Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ.
Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος
Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.
Χαῖρε πηγὴ πλουσίας χρηστότητος
Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.
Χαῖρε δι’ ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν
Χαῖρε πρὸς ἣν καθ’ ἑκάστην βοῶμεν·
Χαῖρε Σκέπη ὁλόφωτε.