Διαβάστε ολόκληρη την επιστολή του Πατριάρχη Αλεξανδρείας κ. Θεόδωρου
Μακαριώτατε Πατριάρχα Ἀντιοχείας καὶ πάσης Ἀνατολῆς, λίαν ἀγαπητὲ καὶ περιπόθητε ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν Μετριότητος κ. Ἰωάννη, τὴν Ὑμετέραν γερασμίαν Μακαριότητα ἀδελφικῶς ἐν Κυρίῳ Ἀναστάντι κατασπαζόμενοι, ὑπερήδιστα προσαγορεύομεν.
Ὁδεύοντες ἤδη διὰἹεραποστολικὴν περιοδείαν πρὸς Τανζανίαν, μετὰλύπης καὶ ἀγωνίας ἐπληροφορήθημεν, διὰτῶν ὁπτικῶν καὶ γραπτῶν ἀναφορῶν τῶν ἠλεκτρονικῶν διαύλων μαζικῆς ἐνημερώσεως, τὴν θλιβερὰν εἴδησιν τῆς ἀνάνδρου δολοφονίας καὶ τοῦ προώρου θανάτου ἀθώων χριστιανοπαίδων, ἐντὸς τοῦ Ἱεροῦ Ναοῦ Ἀποστόλου Παύλου, ἐν Σελευκουπόλει τῆς Συρίας.
Διὰτῆς παρούσης ἀδελφικῆς ἐπιστολῆς προαγόμεθα ὅπωςἐκφράσωμεν τὰθερμά ἡμῶν συλληπητήρια καὶτὴν ἀμέριστον συμπαράστασιν ἡμῶν πρὸς Ὑμᾶς καὶπρὸς τοὺς συγγενεῖς τῶν θυμάτων, καὶτὸν εὐσεβῆ Συριακὸν λαὸν, εὐχόμενοι ὅπως ὁ Ἀναστὰς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατατάξῃ τὰπαιδία εν χώρᾳζώντων καὶσκηναῖς Ἁγίων Μαρτύρων, ἡ δὲΠαναγία Θεοτόκος, ἡ Ἐλπὶς τῶν Ἀπηλπισμένων, παραμυθήσῃ πάντας Ὑμᾶς.
Ὅθεν, ἐκφράζοντες καὶαὖθις ἐκ μέσης καρδίας τῇ Ὑμετέρα ἀδελφοποθήτῳ Μακαριότητι καί τῇ περὶΑὐτήν Ἐκκλησίᾳ τήν ὁλόθυμον συμπαράστασιν τοῦ καθ’ ἡμᾶς Ἀποστολικοῦ καί Πατριαρχικοῦ Θρόνου καί περιπτυσσόμενοιὙμᾶς φιλήματι ἀδελφικῷ καί ἁγίῳ, διατελοῦμεν μετά Ἀναστασίμου ἀγάπης καί πάσης τιμῆς.